Add parallel Print Page Options

λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ, δι’ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ [a]αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.

Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία. οὐ βραδύνει [b]κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς [c]ὑμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 10 ἥξει δὲ [d]ἡμέρα κυρίου ὡς [e]κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα [f]λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα [g]εὑρεθήσεται.

11 Τούτων [h]οὕτως πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται·

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 3:7 αὐτῷ WH NIV] αὐτοῦ Treg RP
  2. ΠΕΤΡΟΥ Β΄ 3:9 κύριος WH Treg NIV] ὁ κύριος RP
  3. ΠΕΤΡΟΥ Β΄ 3:9 ὑμᾶς WH Treg NIV] ἡμᾶς RP
  4. ΠΕΤΡΟΥ Β΄ 3:10 ἡμέραWH Treg NIV] ἡ ἡμέρα RP
  5. ΠΕΤΡΟΥ Β΄ 3:10 κλέπτης WH Treg NIV] + ἐν νυκτί RP
  6. ΠΕΤΡΟΥ Β΄ 3:10 λυθήσεται WH Treg NIV] λυθήσονται RP
  7. ΠΕΤΡΟΥ Β΄ 3:10 εὑρεθήσεται WH Treg NIV] κατακαήσεται RP; οὐχ εὑρεθήσεται em ECM
  8. ΠΕΤΡΟΥ Β΄ 3:11 οὕτως WH NIV] οὖν Treg RP